Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.190 Dem. 23.194 (English) >>Dem. 23.197

23.193χωρὶς δὲ τούτων, εἰ μὲν ἐχθρὸς ὢν κακῶς ἐποίει, φίλος δὲ φήσας μετεβέβλητο, τάχʼ ἂν ταῦτά τις ἤκουεν· ἐπειδὴ δʼ οὐ τοιοῦτʼ ἐστίν, ἀλλʼ ἐξ οὗ φίλος εἶναι προσποιεῖται, ἐκ τούτου πλεῖσθʼ ὑμᾶς ἐξηπάτηκεν, εἰ μὴ καὶ διʼ ἐκεῖνα μισεῖν, διά γε ταῦτʼ ἀπιστεῖν δήπου προσήκει. καὶ μὴν περὶ τοῦ γε μὴ μνησικακεῖν ἔγωγʼ ὡδί πως λέγω· μὲν εἵνεκα τοῦ κακόν τι ποιεῖν τὰ τοιαῦτʼ ἐξετάζων μνησικακεῖ, δʼ ὑπὲρ τοῦ μὴ παθεῖν, ἀλλὰ φυλάξασθαι σκοπῶν σωφρονεῖ.

23.194ἴσως τοίνυν καὶ τοιαύτην τινʼ ἐροῦσʼ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, θεάσασθʼ ὡς ἔχω. εἰ μετʼ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντʼ ἀγάθʼ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδʼ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον· οὐδένα γὰρ ἂν νομίζω τοσαῦτʼ ἀγαθὰ ποιῆσαι, διʼ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι καὶ παρʼ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι. 23.195ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδʼ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται· γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθʼ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ διʼ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.190 Dem. 23.194 (English) >>Dem. 23.197

Powered by PhiloLogic